Επίσης, γι' αυτό ξεκίνησαν Ο Λ Α την 17η Νοεμβρίου 1973. «Ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς» ΞΕΚΙΝΗΣΕ Η ΑΠΟΛΥΤΗ ΚΑΤΑΣΤΡΟΦΗ ΤΗΣ ΕΛΛΑΔΟΣ (και βεβαίως, οι προεργασίες, είχαν γίνη από 21ης Απριλίου 1967 - κι ακόμη πιο νωρίς - από τότε που δολοφονήθηκε ο Παπάγος, αλλά κι απ' τον Κομμουνιστοσυμμοριτοπόλεμο). Στις 'μέρες μας, πλέον, βιώνουμε το σχέδιο «Τυφών». Στην... τελική του ευθεία !!!
Περισσότερα, [εδώ κι εδώ] K A I [εδώ κι εδώ].
Περάστε κι από εδώ...
Άντε, πάλι «πενηνταράκια» τα κάναμε...
[39] Ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν, ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν ἐλαυνόντων καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν ὑπ´ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. Ἡ γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλ´ ἢ κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δ´ ἡ χώρα,
μηκυνομένης δὲ τῆς νυκτὸς αὔξεται τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ δ´ ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι (βοῦν γὰρ Ἴσιδος εἰκόνα καὶ γῆς νομίζουσιν) ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης ἐπὶ δέκα ἑξῆς· καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίνεσθαι τῆς νυκτός, ἐπὶ πᾶσι δ´ ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. Τῇ δ´ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι, καὶ τὴν ἱερὰν κίστην οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν κάρπιμον φυρῶσι τῷ ὕδατι καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.
http://esxatianasxesi.blogspot.com/

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου