Σάββατο 1 Μαΐου 2021

Δόξα τῇ Ἀναστάσει σου,Χριστέ !

 Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Τοῦ λίθου σφραγισθέντος

ὑπὸ τῶν Ἰουδαίων

καὶ στρατιωτῶν φυλασσόντων

τὸ ἄχραντόν Σου Σῶμα,

ἀνέστης τριήμερος, Σωτήρ,

δωρούμενος τῷ κόσμῳ τὴν ζωήν·

διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν

ἐβόων σοί, Ζωοδότα·

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον,

ἡ ζωὴ ἡ ἀθάνατος,

τότε τὸν ᾍδην ἐνέκρωσας,

τῇ ἀστραπῇ τῆς θεότητος·

ὅτε δὲ καὶ τοὺς τεθνεῶτας

ἐκ τῶν καταχθονίων ἀνέστησας,

πᾶσαι αἱ Δυνάμεις

τῶν ἐπουρανίων ἐκραύγαζον·

Ζωοδότα Χριστέ,

ὁ Θεὸς ἡμῶν, δόξα σοι.

...λέγει αὐτῇ ὁ Ἰησοῦς· Μαρία. στραφεῖσα ἐκείνη λέγει αὐτῷ· ῥαββουνί...μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.( κατά Ἰωάννην κεφ.20,στιχ.16-17)

Χριστὸς ἀνέστη ἐκ νεκρῶν,

θανάτῳ θάνατον πατήσας

καὶ τοῖς ἐν τοῖς μνήμασι

ζωὴν χαρισάμενος. 

*

Ἐσφραγισμένου τοῦ μνήματος,

ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας,

Χριστὲ ὁ Θεός·

καὶ τῶν θυρῶν κεκλεισμένων,

τοῖς Μαθηταῖς ἐπέστης

ἡ πάντων Ἀνάστασις,

Πνεῦμα εὐθές,

δι᾿ αὐτῶν ἐγκαινίζων ἡμῖν,

κατὰ τὸ μέγα Σου ἔλεος.

...εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς...λάβετε Πνεῦμα Ἅγιον·( κατ Ἰωάννην κεφ.20,στιχ.21-22)



Μή φοβᾶστε,θά εἶμαι μαζύ σας κάθε ἡμέρα μέχρι τήν συντέλεια τοῦ κόσμου
.

Δόξα τῇ Ἀναστάσει σου, Χριστέ,

δόξα τῇ βασιλείᾳ σου,

δόξα τῇ οἰκονομίᾳ σου,

μόνε φιλάνθρωπε.


Ἡ Πελασγική

http://sxolianews.blogspot.com/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου